ΕΥΧΗ ΕΠΙ ΒΑΣΚΑΝΙΑΝ

Categories: Ψαλμοι

ΚΥΡΙΕ Ο ΘΕΟΣ ΗΜΩΝ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΑΙΩΝΩΝ, Ο ΠΑΝΤΟΚΡΑΤΩΡ ΚΑΙ ΠΑΝΤΟΔΥΝΑΜΟΣ, Ο ΠΟΙΟΝ ΠΑΝΤΑ ΚΑΙ ΜΕΤΑΣΚΕΥΑΖΩΝ ΜΟΝΩ ΤΟ ΒΟΥΛΕΣΘΑΙ, Ο ΤΗΝ ΕΠΤΑΠΛΑΣΙΟΝ ΚΑΜΙΝΟΝ ΚΑΙ ΤΗΝ ΦΛΟΓΑ ΤΗΝ ΕΝ ΒΑΒΥΛΩΝΙ ΕΙΣ ΔΡΟΣΟΝ ΜΕΤΑΒΑΛΩΝ ΚΑΙ ΤΟΥΣ ΑΓΙΟΥΣ ΣΟΥ ΤΡΕΙΣ ΠΑΙΔΑΣ ΔΙΑΦΥΛΑΞΑΣ, Ο ΙΑΤΡΟΣ ΚΑΙ ΘΕΡΑΠΕΥΤΗΣ ΤΩΝ ΨΥΧΩΝ ΗΜΩΝ Η ΑΣΦΑΛΕΙΑ ΤΩΝ ΕΙΣ ΣΕ ΕΛΠΙΖΟΝΤΩΝ, ΣΟΥ ΔΕΟΜΕΘΑ ΚΑΙ ΣΕ ΠΑΡΑΚΑΛΟΥΜΕΝ, ΑΠΟΣΤΗΣΟΝ ΠΑΣΑΝ ΔΙΑΒΟΛΙΚΗΝ ΕΝΕΡΓΕΙΑΝ, ΠΑΣΑΝ ΣΑΤΑΝΙΚΗΝ ΕΠΙΒΟΥΛΗΝ, ΠΕΡΙΕΓΡΕΙΑΝ ΤΕ ΠΟΝΗΡΑΝ ΚΑΙ ΒΛΑΒΗΝ ΚΑΙ ΟΦΘΑΛΜΩΝ ΒΑΣΚΑΝΙΑΝ ΤΩΝ ΦΘΟΝΕΡΩΝ ΚΑΙ ΠΟΝΗΡΩΝ ΑΝΘΡΩΠΩΝ ΑΠΟ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ

ΚΑΙ Η ΥΠΟ ΩΡΑΙΟΤΗΤΟΣ Η ΑΝΔΡΕΙΑΣ Η ΕΥΤΥΧΙΑΣ Η ΖΗΛΟΥ ΚΑΙ ΦΘΟΝΟΥ ΒΑΣΚΑΝΙΑΣ ΣΥΝΕΒΗ, ΑΥΤΟΣ ΦΙΛΑΝΘΡΩΠΕ ΔΕΣΠΟΤΑ, ΕΚΤΕΙΝΟΝ ΤΗΝ ΚΡΑΤΑΙΑΝ ΣΟΥ ΧΕΙΡΑ ΚΑΙ ΤΟΝ ΒΡΑΧΙΟΝΑ ΣΟΥ ΤΟΝ ΥΣΧΥΡΟΝ ΚΑΙ ΥΨΙΣΤΟΝ ΚΑΙ ΕΠΙΣΚΟΠΩΝ ΕΠΙΣΚΟΠΗΣΟΝ ΑΥΤΩ ΑΓΓΕΛΟΝ ΚΡΑΤΑΙΟΝ ΕΙΡΗΝΙΚΟΝ, ΨΥΧΗΣ ΤΕ ΚΑΙ ΣΩΜΑΤΟΣ ΦΥΛΑΚΑ, ΟΣ ΕΠΙΤΙΜΗΣΕΙ ΚΑΙ ΑΠΕΛΑΣΕΙ ΑΠ ΑΥΤΟΥ ΠΑΣΑΝ ΦΑΡΜΑΚΕΙΑΝ ΚΑΙ ΒΑΣΚΑΝΙΑΝ ΤΩΝ ΦΘΟΝΕΡΩΝ ΑΝΘΡΩΠΩΝ ΚΑΙ ΥΠΟ ΣΟΥ Ο ΣΟΣ ΙΚΕΤΗΣ ΦΡΟΥΡΟΥΜΕΝΟΣ ΜΕΤ ΕΥΧΑΡΙΣΤΙΑΣ ΨΑΛΛΕΙ ΣΟΙ : ΚΥΡΙΟΣ ΕΜΟΙ ΒΟΗΘΟΣ ΚΑΙ ΟΥ ΦΟΒΗΘΗΣΟΜΑΙ ΚΑΚΑ ΟΤΙ ΣΥ ΜΕΤ ΕΜΟΥ ΕΙ, ΟΤΙ ΣΥ Ο ΘΕΟΣ ΚΡΑΤΑΙΩΜΑ ΜΟΥ, ΙΣΧΥΡΟΣ ΕΞΟΥΣΙΑΣΤΗΣ ΑΡΧΩΝ ΕΙΡΗΝΗΣ, ΠΑΤΗΡ ΤΟΥ ΜΕΛΛΟΝΤΟΣ ΑΙΩΝΟΣ..

ΝΑΙ ΚΥΡΙΕ Ο ΘΕΟΣ ΗΜΩΝ ΦΕΙΣΑΙ ΤΟΥ ΠΛΑΣΜΑΤΟΣ ΣΟΥ ΚΑΙ ΡΥΣΑΙ ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ ΑΠΟ ΠΑΣΗΣ ΒΛΑΒΗΣ ΚΑΙ ΕΠΗΡΕΙΑΣ ΤΗΣ ΕΚ ΒΑΣΚΑΝΙΑΣ ΓΙΝΟΜΕΝΗΣ ΚΑΙ ΑΝΩΤΕΡΟΝ ΑΥΤΟΝ ΠΑΝΤΟΣ ΚΑΚΟΥ ΔΙΑΦΥΛΑΞΟΝ,ΠΡΕΒΕΙΑΙΣ ΤΗΣ ΥΠΕΡΕΥΛΟΓΗΜΕΝΗΣ ΕΝΔΟΞΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ, ΤΩΝ ΦΩΤΟΕΙΔΩΝ ΑΡΧΑΓΓΕΛΩΝ ΚΑΙ ΠΑΝΤΩΝ ΣΟΥ ΤΩΝ ΑΓΙΩΝ. ΑΜΗΝ.

—————

ΠΡΕΣΒΕΙΑ ΘΕΡΜΗ ΚΑΙ ΤΕΙΧΟΣ ΑΠΡΟΣΜΑΧΗΤΟΝ, ΕΛΕΟΥΣ ΠΗΓΗ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΤΑΦΥΓΙΟΝ ΕΚΤΕΝΩΣ ΒΟΩΜΕΝ ΣΟΙ ΘΕΟΤΟΚΕ ΔΕΣΠΟΙΝΑ ΠΡΟΦΘΑΣΟΝ ΚΑΙ ΕΚ ΚΙΝΔΥΝΩΝ ΛΥΤΡΩΣΑΙ ΗΜΑΣ Η ΜΟΝΗ ΤΑΧΕΩΣ ΠΡΟΣΤΑΤΕΥΟΥΣΑ.

ΥΠΕΡΑΓΙΑ ΠΑΡΘΕΝΕ ΜΕΤΑ ΤΩΝ ΑΣΩΜΑΤΩΝ ΛΕΙΤΟΥΡΓΩΝ ΚΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΓΓΕΛΩΝ, ΑΠΟΣΤΟΛΩΝ, ΠΡΟΦΗΤΩΝ, ΜΑΤΡΥΡΩΝ ΚΑΙ ΟΣΙΩΝ ΑΠΑΝΤΩΝ,ΤΟΝ ΜΟΝΟΝ ΥΠΕΡΑΓΑΘΟΝ ΘΕΟΝ, ΕΚΔΥΣΩΠΕΙ ΡΥΣΘΥΝΑΙ ΚΑΚΩΣΕΩΝ ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ.

ΚΥΡΙΕ ΟΠΛΟΝ ΚΑΤΑ ΤΟΥ ΔΙΑΒΟΛΟΥ, ΤΟΝ ΣΤΑΥΡΟΝ ΣΟΥ ΗΜΙΝ ΔΕΔΩΚΑΣ, ΦΡΙΤΤΕΙ ΓΑΡ ΚΑΙ ΤΡΕΜΕΙ ΜΗ ΦΕΡΩΝ ΚΑΘΟΡΑΝ ΑΥΤΟΥ ΤΗΝ ΔΥΝΑΜΙΝ. ΟΤΙ ΝΕΚΡΟΥΣ ΑΝΙΣΤΑ ΚΑΙ ΘΑΝΑΤΟΝ ΚΑΤΗΡΓΗΣΕ. ΔΙΑ ΤΟΥΤΟ ΠΡΟΣΚΥΝΟΥΜΕΝ ΤΗΝ ΤΑΦΗΝ ΣΟΥ ΚΑΙ ΤΗΝ ΕΓΕΡΣΙΝ.

ΑΓΙΟΙ ΑΝΑΡΓΥΡΟΙ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΙ ΕΠΙΣΚΕΨΑΣΘΕ ΤΑΣ ΑΣΘΕΝΕΙΑΣ ΗΜΩΝ, ΔΩΡΕΑΝ ΕΛΑΒΑΤΕ, ΔΩΡΕΑΝ ΔΟΤΕ ΗΜΙΝ.

ΑΘΛΟΦΟΡΕ ΑΓΙΕ ΚΑΙ ΙΑΜΑΤΙΚΕ ΠΑΝΤΕΛΕΗΜΩΝ, ΠΡΕΣΒΕΥΕ ΤΩ ΕΛΕΗΜΟΝΙ ΘΕΩ ΙΝΑ ΠΤΑΙΣΜΑΤΩΝ ΑΦΕΣΙΝ ΠΑΡΑΣΧΗ ΤΑΙΣ ΨΥΧΑΙΣ ΗΜΩΝ.

ΤΗΝ ΠΑΣΑΝ ΕΛΠΙΔΑ ΜΟΥ ΕΙΣ ΣΕ ΑΝΑΤΙΘΗΜΙ ΜΗΤΕΡ ΤΟΥ ΘΕΟΥ ΦΥΛΑΞΟΝ ΜΕ ΥΠΟ ΤΗΝ ΣΚΕΠΗ ΣΟΥ.

Φωτογραφία