Η ΜΕΓΑΛΗ ΕΒΔΟΜΑΔΑ ΣΤΟΝ Ι.Ν. ΠΑΝΑΓΙΑΣ ΠΡΟΥΣΙΩΤΙΣΣΗΣ ΤΣΑΚΟΥ ΑΓ. ΠΑΡΑΣΚΕΥΗΣ

Categories: Εκκλ. Ειδησεις,Εορτες,Κηρυγμα,Ψαλμοι

ΑΝΑΣΤΑΣΙΜΗ ΛΕΙΤΟΥΡΓΙΑ

ΟΡΘΡΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΣΧΑ

 

ΟΜΙΛΙΑ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ

 

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΑΙ ΟΜΙΛΙΑ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ

 

ΧΡΙΣΤΌΣ ΑΝΕΣΤΗ!!!
ΠΑΣΧΑ ΣΤΟΝ ΙΕΡΟ ΝΑΟ ΠΡΟΥΣΙΩΤΙΣΣΗΣ ΤΣΑΚΟΥ

 

ΠΕΡΙΦΟΡΑ ΤΟΥ ΕΠΙΤΑΦΙΟΥ

 

Α ‘ ΑΠΟΚΑΘΗΛΩΣΗ
Β’ ΤΟ ΜΟΙΡΟΛΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ
Γ’ ΟΜΙΛΙΑ

 

Ο ΕΠΙΤΆΦΙΟΣ ΚΑΙ Ο ΕΣΤΑΥΡΩΜΕΝΟΣ

 

ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΠΑΘΩΝ

 

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΝΥΜΦΙΟΥ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΡΙΤΗΣ
ΔΟΞΑΣΤΙΚΟ ΤΗΣ ΑΓΙΑΣ ΚΑΣΙΑΝΗΣ

 

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΝΥΜΦΙΟΥ ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΡΙΤΗΣ

 

Ο ΝΥΜΦΙΟΣ
ΟΡΘΡΟΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ

 

ΚΥΡΙΑΚΉ ΤΩΝ ΒΑΙΩΝ
Όρθρος και Θεια Λειτουργία

 

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

῾Η εἰς ᾿Ιερουσαλὴμ εἴσο­δος τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ.

Ἦχος πλ. β’

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ, Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς΄ Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα, ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε, ὁ Διδάσκαλος λέγει, Πρὸς σὲ ποιῶ τὸ Πάσχα,…

Ε ὐ α γ γ έ λ ι ο ν
Ἐκ τοῦ κατὰ Ἰωάννην. (ΙΒ´ 1-18).

Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν͵ ὅπου ἦν Λάζαρος͵ ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ͵ καὶ ἡ Μάρθα διηκόνει͵ ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. Ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ͵ ὁ μέλλων αὐτὸν παραδιδόναι· Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλ΄ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. Εἶπεν οὖν ὁ Ἰησοῦς͵ Ἄφες αὐτήν͵ ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ΄ ἑαυτῶν͵ ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἔγνω οὖν ὁ ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν͵ καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλ΄ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν͵ὅτι πολλοὶ δι΄ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν͵ ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα͵ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ͵ καὶ ἐκραύγαζον. Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου͵ καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ΄ αὐτό͵ καθώς ἐστιν γεγραμμένον· Μὴ φοβοῦ͵ θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται͵ καθήμενος ἐπὶ πῶλον ὄνου. Ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον͵ ἀλλ΄ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ΄ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ΄ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

 

ΜΕΣΟΝΥΚΤΙΚΟ – ΟΡΘΡΟΣ – ΩΡΕΣ – ΕΣΠΕΡΙΝΟΣ ΚΑΙ ΠΡΟΗΓΙΑΣΜΕΝΗ