ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ

Categories: Εορτες

tyrinhsΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ
(49 ημέρες πριν το Άγιο Πάσχα. Η τελευταία Κυριακή, πριν από την έναρξη της Μεγάλης Τεσσαρακοστής είναι γνωστή και ως Κυριακή της Τυροφάγου.
Στις Εκκλησίες διαβάζεται, κατά την πρωινή Θεία Λειτουργία, η περικοπή του Ευαγγελίου του Ματθαίου (κεφ. στ’, 14-21), που αναφέρεται στην αξία της συγχώρεσης και της νηστείας. )

«Εὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. Οταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.» (Ματθ. στ’ 14-21)

===========================
Κοντάκιον Ἦχος πλ. β’.
Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος, ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

================================

ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ. Ἀνάμνησιν ποιούμεθα τῆς ἀπό τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τῶν Πρωτοπλάστων. Ἀγάθης Μάρτυρος, Πολυεύκτου ΚΠόλεως, Ἀντωνίου Νεομάρτυρος. Ἦχος Δ΄. Ἑωθ. Δ΄.Ἀπόστ.: «Ἀδελφοί, νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία…» (Ρωμ. ιγ΄ 11-14, ιδ΄1-4). Εὐαγγέλιον.: «Εἶπεν ὁ Κύριος: ἐάν ἀφῆτε τοῖς ἀνθρώποις…» (Ματθ. στ΄ 14 – 21). Σήμερον μέ το Πατριον Εορτολογιον η Ἀπόδοσις Ἑορτῆς Ὑπαπαντῆς (Τυπικον σελις 179)

============================

ΚΑΘΑΡΑ ΕΒΔΟΜΑΔΑ
ΑΡΧΕΤΑΙ Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΣΣΑΡΑΚΟΣΤΗ
06 19 Δ. + Καθαρά Δευτέρα. Νηστεία αὐστηρά καθ᾽ὅλην τήν ἑβδομάδα. Φωτίου Πατριάρχου ΚΠόλεως τοῦ Ἰσαποστ., Βουκόλου Ἐπισκόπου Σμύρνης.
ΤΥΠΙΚΟΝ: Τῇ Δευτέρα,
Τρίτη, Τετάρτη καί Πέμπτη ἑσπέρας ψάλλεται τό Μέγα Ἀπόδειπνον.